Ενότητα 11. Η αγάπη του Αλεξάνδρου για τον Βουκεφάλα
ΤΟ ΚΕΙΜΕΝΟ
Πάτησε στις εικόνες για να τις μεγεθύνεις και στους υπερσυνδέσμους για να αντλήσεις πληροφορίες.
Ἵνα δὲ ἡ μάχη συνέβη καὶ ἔνθεν ὁρμηθεὶς ἐπέρασεν τὸν Ὑδάσπην ποταμὸν πόλεις ἔκτισεν Ἀλέξανδρος. Καὶ τὴν μὲν Νίκαιαν τῆς νίκης τῆς κατ’ Ἰνδῶν ἐπώνυμον ὠνόμασε, τὴν δὲ Βουκεφάλαν...
|
...ἐς τοῦ ἵππου τοῦ Βουκεφάλα τὴν μνήμην, ὅς ἀπέθανεν αὐτοῦ ὑπό καύματος τὲ καὶ ἡλικίας καματηρὸς γενόμενος, πολλὰ δὲ πρόσθεν ξυγκαμῶν τὲ καὶ συγκινδυνεύσας Ἀλεξάνδρῳ, ἀναβαινόμενός τε πρὸς μόνου Ἀλεξάνδρου, ὅτι τοὺς ἄλλους πάντας ἀπηξίου ἀμβάτας, καὶ μεγέθει μέγας καὶ τῷ θυμῷ γενναῖος.
|
Σημεῖον δέ οἱ ἦν βοὸς κεφαλὴ ἐγκεχαραγμένη, ἐφ᾿ ὅτῳ καὶ τὸ ὄνομα τοῦτο λέγουσιν ὅτι ἔφερεν· οἱ δὲ λέγουσιν ὅτι λευκὸν σῆμα εἶχεν ἐπὶ τῆς κεφαλῆς, μέλας ὢν αὐτός, ἐς βοὸς κεφαλὴν μάλιστα εἰκασμένον.
|
Οὗτος ὁ ἵππος ἐν τῇ Οὐξίων χώρᾳ ἀφανὴς ἐγένετο Ἀλεξάνδρῳ, καὶ Ἀλέξανδρος προεκήρυξεν ἀνὰ τὴν χώραν πάντας ἀποκτενεῖν Οὐξίους, εἰ μὴ ἀπάξουσιν αὐτῷ τὸν ἵππον. Τοσήδε γὰρ σπουδὴ Ἀλεξάνδρῳ ἀμφ᾿ αὐτὸν ἦν.
|
Δημιουργός ιστοσελίδας: Πολυτίμη Παπαδοπούλου, φιλόλογος